Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.81 Joseph. AJ 3.86 (English) >>Joseph. AJ 3.90

3.84ἐπὶ τούτοις οὖν συγκαλεῖ τὸ πλῆθος εἰς ἐκκλησίαν ἀκουσόμενον ὧν θεὸς εἴποι πρὸς αὐτόν, καὶ συναθροισθέντων στὰς ἐπὶ ὑψηλοῦ τινος, ὅθεν ἔμελλον πάντες ἀκούσεσθαι, “ μὲν θεός, εἶπεν, Ἑβραῖοι, καθάπερ καὶ πρότερον εὐμενὴς προσεδέξατό με καὶ βίον τε ὑμῖν εὐδαίμονα καὶ πολιτείας κόσμον ὑπαγορεύσας πάρεστι καὶ αὐτὸς εἰς τὸ στρατόπεδον. 3.85πρὸς γοῦν αὐτοῦ καὶ τῶν ἔργων, διʼ ἐκεῖνον ἡμῖν ἤδη πέπρακται, μὴ καταφρονήσητε τῶν λεγομένων εἰς ἐμὲ τὸν λέγοντα ἀφορῶντες μηδʼ ὅτι γλῶττα ἀνθρωπίνη πρὸς ὑμᾶς λέγει· τὴν δʼ ἀρετὴν αὐτῶν κατανοήσαντες ἐπιγνώσεσθε καὶ τὸ μέγεθος τοῦ νενοηκότος καὶ ἐπὶ συμφέροντι τῷ ὑμετέρῳ πρὸς ἐμὲ μὴ φθονήσαντος εἰπεῖν· 3.86οὐ γὰρ Μωυσῆς Ἀμαράμου καὶ Ἰωχαβάδης υἱός, ἀλλʼ τὸν Νεῖλον ἀναγκάσας ᾑματωμένον ὑπὲρ ὑμῶν ῥυῆναι καὶ ποικίλοις δαμάσας κακοῖς τὸ τῶν Αἰγυπτίων φρόνημα, διὰ θαλάσσης ὁδὸν ὑμῖν παρασχών, καὶ τροφὴν ἐξ οὐρανοῦ μηχανησάμενος ἐλθεῖν ἀπορουμένοις, 3.87 ποτὸν ἐκ πέτρας ἀναβλύσας σπανίζουσι, διʼ ὃν Ἄδαμος τῶν ἀπὸ γῆς τε καρπῶν καὶ θαλάσσης μεταλαμβάνει, διʼ ὃν Νῶχος ἐκ τῆς ἐπομβρίας διέφυγε, διʼ ὃν Ἅβραμος ἡμέτερος πρόγονος ἐξ ἀλήτου τὴν Χαναναίαν κατέσχε γῆν, διʼ ὃν Ἴσακος γηραιοῖς ἐτέχθη γονεῦσι, διʼ ὃν Ἰάκωβος δώδεκα παίδων ἀρεταῖς ἐκοσμήθη, διʼ ὃν Ἰώσηπος ἐδεσπότευσε τῆς Αἰγυπτίων δυνάμεως, οὗτος ὑμῖν τούτους χαρίζεται τοὺς λόγους διʼ ἑρμηνέως ἐμοῦ.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.81 Joseph. AJ 3.86 (English) >>Joseph. AJ 3.90

Powered by PhiloLogic